Análisis esquemático de Filipenses

Share Embed


Descrição do Produto

Análisis esquemático de Filipenses Thomas W. Hudgins

APERTURA DE LA CARTA (1:1–2) Παῦλος καὶ Τιµόθεος δοῦλοι Χριστοῦ Ἰησοῦ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις, χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡµῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

CUERPO DE LA CARTA (1:3–4:20) APERTURA DEL CUERPO (1:3–11) Acción de gracias por la cooperación de los filipenses en la propagación del evangelio (1:3–1:8) Εὐχαριστῶ τῷ θεῷ µου ἐπὶ πάσῃ τῇ µνείᾳ ὑµῶν πάντοτε ὑπὲρ πάντων ὑµῶν τὴν δέησιν ποιούµενος ἐν πάσῃ δεήσει µου µετὰ χαρᾶς ἐπὶ τῇ κοινωνίᾳ ὑµῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ τῆς πρώτης ἡµέρας ἄχρι τοῦ νῦν πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάµενος ἐν ὑµῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡµέρας Χριστοῦ Ἰησοῦ

καθώς ἐστιν δίκαιον ἐµοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑµῶν διὰ τὸ ἔχειν µε ἐν τῇ καρδίᾳ ὑµᾶς συγκοινωνούς µου τῆς χάριτος πάντας ὑµᾶς ὄντας ἔν τε τοῖς δεσµοῖς µου καὶ τῇ ἀπολογίᾳ ἐν καὶ βεβαιώσει τοῦ εὐαγγελίου µάρτυς γάρ µου ὁ θεὸς ὡς ἐπιποθῶ πάντας ὑµᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ

Oración por el amor entre los filipenses (1:9–1:11) καὶ τοῦτο προσεύχοµαι ἵνα ἡ ἀγάπη ὑµῶν ἔτι µᾶλλον καὶ µᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει εἰς τὸ δοκιµάζειν ὑµᾶς τὰ διαφέροντα ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡµέραν Χριστοῦ πεπληρωµένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ

CUERPO PROPIO (1:12–4:9) CABEZA DEL CUERPO (1:12–2:30) SUBSECCIÓN UNO: Noticias sobre el encarcelamiento de Pablo: La prioridad del evangelio en todo (1:12–1:26) Γινώσκειν δὲ ὑµᾶς βούλοµαι, ἀδελφοί, ὅτι τὰ κατ’ ἐµὲ µᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν ὥστε τοὺς δεσµούς µου φανεροὺς ἐν Χριστῷ γενέσθαι ὅλῳ τῷ πραιτωρίῳ ἐν καὶ τοῖς λοιποῖς πάσιν καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσµοῖς µου περισσοτέρως τολµᾶν ἀφόβως τὸν λόγον λαλεῖν Τινὲς µὲν καὶ διὰ φθόνον καὶ ἔριν [τὸν Χριστὸν κηρύσσουσιν] τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν οἱ µὲν ἐξ ἀγάπης [τὸν Χριστὸν καταγγέλλουσιν]

εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖµαι οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν οὐχ ἁγνῶς οἰόµενοι θλῖψιν ἐγείρειν τοῖς δεσµοῖς µου τί γάρ; πλὴν ὅτι Χριστὸς καταγγέλλεται παντὶ τρόπῳ εἴτε προφάσει εἴτε ἀληθείᾳ καὶ ἐν τούτῳ χαίρω ἀλλὰ καὶ χαρήσοµαι οἶδα γὰρ ὅτι τοῦτό µοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑµῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύµατος Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα µου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσοµαι ἀλλ’ µεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώµατί µου ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου ἐµοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό µοι καρπὸς ἔργου καὶ τί αἱρήσοµαι οὐ γνωρίζω συνέχοµαι δὲ ἐκ τῶν δύο

τὴν ἐπιθυµίαν ἔχων

πολλῷ [γὰρ] µᾶλλον κρεῖσσον

εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι

τὸ δὲ ἐπιµένειν [ἐν] τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑµᾶς καὶ οἶδα τοῦτο πεποιθὼς ὅτι µενῶ καὶ παραµενῶ πᾶσιν ὑµῖν εἰς τὴν ὑµῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, ἵνα τὸ καύχηµα ὑµῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐµοὶ διὰ τῆς ἐµῆς παρουσίας πάλιν πρὸς ὑµᾶς.

SUBSECCIÓN DOS: Instrucciones para la iglesia: Súplica para un testimonio unificado del evangelio (1:27–2:18) SUBUNIDAD A: Exhortación a la unidad frente a la oposición del mundo (1:27–1:30)

πολιτεύεσθε µόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἵνα ἀκούω τὰ περὶ ὑµῶν, εἴτε ἐλθὼν καὶ ἰδὼν ὑµᾶς εἴτε ἀπὼν ὅτι στήκετε ἐν ἑνὶ πνεύµατι [ἐν] µιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου καὶ µὴ πτυρόµενοι ἐν µηδενὶ ὑπὸ τῶν ἀντικειµένων αὐτοῖς ἔνδειξις ἀπωλείας ἥτις ἐστὶν ὑµῶν δὲ σωτηρίας καὶ τοῦτο ἀπὸ θεοῦ

ὅτι ὑµῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ

οὐ µόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐµοὶ καὶ νῦν ἀκούετε ἐν ἐµοί

SUBUNIDAD B: Exhortación a la unidad fomentada por la humildad (2:1–2:11) Exhortación a la unidad frente a divisiones internas (2:1–4)

οὖν Εἴ τις παράκλησις ἐν Χριστῷ, εἴ τι παραµύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύµατος, εἴ τις σπλάγχνα καὶ οἰκτιρµοί, πληρώσατέ µου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε τὴν αὐτὴν ἀγάπην ἔχοντες σύµψυχοι τὸ ἓν φρονοῦντες µηδὲν κατ’ ἐριθείαν µηδὲ κατὰ κενοδοξίαν ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούµενοι ὑπερέχοντας ἑαυτῶν µὴ τὰ ἑαυτῶν ἕκαστος σκοποῦντες ἀλλὰ [καὶ] τὰ ἑτέρων ἕκαστοι Exhortación a ser humildades como Cristo (2:5–11)

τοῦτο φρονεῖτε ἐν ὑµῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ ὃς οὐχ ἁρπαγµὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ ἐν µορφῇ θεοῦ ὑπάρχων ἀλλὰ ἑαυτὸν ἐκένωσεν µορφὴν δούλου λαβών, ἐν ὁµοιώµατι ἀνθρώπων γενόµενος καὶ ἐταπείνωσεν ἑαυτὸν σχήµατι εὑρεθεὶς ὡς ἄνθρωπος γενόµενος ὑπήκοος µέχρι θανάτου θανάτου δὲ σταυροῦ αὐτὸν ὑπερύψωσεν διὸ καὶ ὁ θεὸς καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνοµα τὸ ὑπὲρ πᾶν ὄνοµα ἵνα ἐν τῷ ὀνόµατι Ἰησοῦ πᾶν γόνυ κάµψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων [ἵνα] καὶ πᾶσα γλῶσσα ἐξοµολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.

SUBUNIDAD C: Exhortación a la vida intachable y sin mancha frente el mundo (2:12–2:18)

Ὥστε, ἀγαπητοί µου, τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε καθὼς πάντοτε ὑπηκούσατε µὴ ὡς ἐν τῇ παρουσίᾳ µου µόνον ἀλλὰ νῦν πολλῷ µᾶλλον ἐν τῇ ἀπουσίᾳ µου φόβου µετὰ καὶ τρόµου

θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑµῖν καὶ τὸ θέλειν [ὑπὲρ τῆς εὐδοκίας] καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας πάντα ποιεῖτε χωρὶς

γογγυσµῶν καὶ διαλογισµῶν

ἵνα γένησθε ἄµεµπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ἄµωµα µέσον γενεᾶς σκολιᾶς καὶ διεστραµµένης ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσµῳ λόγον ζωῆς ἐπέχοντες, εἰς καύχηµα ἐµοὶ εἰς ἡµέραν Χριστοῦ ὅτι οὐκ εἰς κενὸν ἔδραµον οὐδὲ εἰς κενὸν ἐκοπίασα ἀλλὰ εἰ καὶ σπένδοµαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑµῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑµῖν τὸ δὲ αὐτὸ καὶ ὑµεῖς χαίρετε καὶ συγχαίρετέ µοι

SUBSECCIÓN TRES: Noticias sobre los compañeros de Pablo: Dos hombres como Cristo que viven para el evangelio (2:19–2:30) Ἐλπίζω δὲ Τιµόθεον πέµψαι ὑµῖν ἐν κυρίῳ Ἰησοῦ ταχέως ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑµῶν.

οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑµῶν µεριµνήσει οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν οὐ τὰ Ἰησοῦ Χριστοῦ [ζητοῦσιν] τὴν δὲ δοκιµὴν αὐτοῦ γινώσκετε ὅτι σὺν ἐµοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον ὡς πατρὶ τέκνον τοῦτον µὲν οὖν ἐλπίζω πέµψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐµὲ ἐξαυτῆς πέποιθα δὲ ὅτι καὶ αὐτὸς ἐλεύσοµαι ἐν κυρίῳ ταχέως Ἀναγκαῖον δὲ ἡγησάµην Ἐπαφρόδιτον πέµψαι πρὸς ὑµᾶς τὸν ἀδελφὸν [µου] καὶ συνεργὸν [µου] καὶ συστρατιώτην µου δὲ ὑµῶν ἀπόστολον καὶ [ὑµῶν] λειτουργὸν τῆς χρείας µου ἐπιποθῶν πάντας ὑµᾶς ἐπειδὴ ἦν καὶ ἀδηµονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ ἀλλὰ ὁ θεὸς ἠλέησεν αὐτόν οὐκ αὐτὸν δὲ µόνον ἀλλὰ καὶ ἐµέ ἵνα µὴ λύπην ἐπὶ λύπην σχῶ

οὖν ἔπεµψα αὐτόν σπουδαιοτέρως ἰδόντες αὐτὸν πάλιν χαρῆτε ἵνα κἀγὼ ἀλυπότερος ὦ προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ µετὰ πάσης χαρᾶς καὶ τοὺς τοιούτους ἐντίµους ἔχετε ὅτι µέχρι θανάτου ἤγγισεν διὰ τὸ ἔργον Χριστοῦ παραβολευσάµενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑµῶν ὑστέρηµα τῆς πρός µε λειτουργίας

NUCLEO DEL CUERPO (3:1–4:9) SUBSECCIÓN UNO: Exhortación de nuevo a regocijaos en el Señor (3:1) Τὸ λοιπόν, ἀδελφοί µου, χαίρετε ἐν κυρίῳ τὰ αὐτὰ γράφειν ὑµῖν ἐµοὶ µὲν οὐκ ὀκνηρόν [τὰ αὐτὰ γράφειν] ὑµῖν δὲ ἀσφαλές

SUBSECCIÓN DOS: Advertencia contra el egoísmo (3:2–4a) βλέπετε τοὺς κύνας βλέπετε τοὺς κακοὺς ἐργάτας βλέπετε τὴν κατατοµήν ἡµεῖς γάρ ἐσµεν ἡ περιτοµή οἱ πνεύµατι θεοῦ λατρεύοντες καὶ καυχώµενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί.

SUBSECCIÓN TRES: El contraste de los valores pasados y presentes de Pablo (3:4b–11) εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί ἐγὼ µᾶλλον

περιτοµῇ ὀκταήµερος ἐκ γένους Ἰσραήλ φυλῆς Βενιαµίν Ἑβραῖος ἐξ Ἑβραίων κατὰ νόµον Φαρισαῖος κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν κατὰ δικαιοσύνην τὴν ἐν νόµῳ γενόµενος ἄµεµπτος [ἀλλὰ] ἅτινα ἦν µοι κέρδη, ταῦτα ἥγηµαι διὰ τὸν Χριστὸν ζηµίαν ἀλλὰ µενοῦνγε καὶ ἡγοῦµαι πάντα ζηµίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου µου

δι’ ὃν

ἵνα

τὰ πάντα ἐζηµιώθην καὶ ἡγοῦµαι σκύβαλα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ µὴ ἔχων ἐµὴν δικαιοσύνην τὴν ἐκ νόµου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναµιν τῆς ἀναστάσεως αὐτοῦ καὶ [τὴν] κοινωνίαν [τῶν] παθηµάτων αὐτοῦ συµµορφιζόµενος τῷ θανάτῳ αὐτοῦ εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν.

SUBSECCIÓN CUARTA: Advertencia contra alegando perfección ahora (3:12–16) Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωµαι διώκω δὲ εἰ καὶ καταλάβω ἐφ’ ᾧ καὶ κατελήµφθην ὑπὸ Χριστοῦ [Ἰησοῦ]. ἀδελφοί, ἐγὼ ἐµαυτὸν οὐ λογίζοµαι κατειληφέναι δέ κατὰ σκοπὸν διώκω

ἓν τὰ µὲν ὀπίσω ἐπιλανθανόµενος τοῖς δὲ ἔµπροσθεν ἐπεκτεινόµενος εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶµεν καὶ εἴ τι ἑτέρως φρονεῖτε καὶ τοῦτο ὁ θεὸς ὑµῖν ἀποκαλύψει πλὴν εἰς ὃ ἐφθάσαµεν, τῷ αὐτῷ στοιχεῖν

SUBSECCIÓN CINCO: El contraste de los maestros verdaderos y falsos (3:17–21) Συµµιµηταί µου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας καθὼς ἔχετε τύπον ἡµᾶς πολλοὶ γὰρ περιπατοῦσιν (οὓς πολλάκις ἔλεγον ὑµῖν) (νῦν δὲ καὶ κλαίων λέγω) τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ ὧν τὸ τέλος ἀπώλεια ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν οἱ τὰ ἐπίγεια φρονοῦντες ἡµῶν γὰρ τὸ πολίτευµα ἐν οὐρανοῖς ὑπάρχει ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόµεθα κύριον Ἰησοῦν Χριστόν ὃς µετασχηµατίσει τὸ σῶµα τῆς ταπεινώσεως ἡµῶν σύµµορφον τῷ σώµατι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα

SUBSECCIÓN SEIS: Resumiendo las exhortaciones (4:1–9) SUBUNIDAD A: Exhortación de nuevo a la firmeza (4:1)

Ὥστε, ἀδελφοί µου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός µου, οὕτως στήκετε ἐν κυρίῳ, ἀγαπητοί

SUBUNIDAD B: Exhortación de nuevo a la unidad en la causa del evangelio (4:2–3)

Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ ναὶ ἐρωτῶ καὶ σέ, γνήσιε σύζυγε, συλλαµβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν µοι Κλήµεντος µετὰ καὶ καὶ τῶν λοιπῶν συνεργῶν µου, ὧν τὰ ὀνόµατα ἐν βίβλῳ ζωῆς. SUBUNIDAD C: Exhortación de nuevo al gozo y unidad en las dificultades (4:4–7)

Χαίρετε ἐν κυρίῳ πάντοτε πάλιν ἐρῶ, χαίρετε τὸ ἐπιεικὲς ὑµῶν γνωσθήτω πᾶσιν ἀνθρώποις ὁ κύριος ἐγγύς µηδὲν µεριµνᾶτε, ἀλλ’ τὰ αἰτήµατα ὑµῶν γνωριζέσθω πρὸς τὸν θεόν ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει µετὰ εὐχαριστίας καὶ ἡ εἰρήνη τοῦ θεοῦ φρουρήσει τὰς καρδίας ὑµῶν καὶ τὰ νοήµατα ὑµῶν ἡ ὑπερέχουσα πάντα νοῦν ἐν Χριστῷ Ἰησοῦ. SUBUNIDAD D: Exhortación de nuevo a seguir ejemplos piadosos (4:8–9)

Τὸ λοιπόν, ἀδελφοί, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος ταῦτα λογίζεσθε ὅσα ἐστὶν ἀληθῆ ὅσα [ἐστὶν] σεµνά ὅσα [ἐστὶν] δίκαια ὅσα [ἐστὶν] ἁγνά ὅσα [ἐστὶν] προσφιλῆ ὅσα [ἐστὶν] εὔφηµα

ταῦτα πράσσετε ἃ καὶ ἐµάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐµοί καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται µεθ’ ὑµῶν.

CIERRE DEL CUERPO (4:10–4:20) SUBSECCIÓN UNO: Reconocimiento del reciente regalo de los filipenses (4:10–14) Ἐχάρην δὲ ἐν κυρίῳ µεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐµοῦ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ οὐχ ὅτι καθ’ ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔµαθον ἐν οἷς εἰµι αὐτάρκης εἶναι οἶδα καὶ ταπεινοῦσθαι οἶδα καὶ περισσεύειν µεµύηµαι ἐν παντὶ καὶ ἐν πᾶσιν καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περισσεύειν καὶ ὑστερεῖσθαι πάντα ἰσχύω ἐν τῷ ἐνδυναµοῦντί µε πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές µου τῇ θλίψει

SUBSECCIÓN DOS: Reconocimiento de los anteriores regalos de los filipenses (4:15–20) Οἴδατε δὲ καὶ ὑµεῖς, Φιλιππήσιοι, ὅτι οὐδεµία µοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήµψεως ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας εἰ µὴ ὑµεῖς µόνοι ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν µοι ἐπέµψατε οὐχ ὅτι ἐπιζητῶ τὸ δόµα ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑµῶν ἀπέχω δὲ πάντα καὶ περισσεύω πεπλήρωµαι δεξάµενος παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑµῶν ὀσµὴν εὐωδίας θυσίαν δεκτήν εὐάρεστον τῷ θεῷ ὁ δὲ θεός µου πληρώσει πᾶσαν χρείαν ὑµῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ τῷ δὲ θεῷ καὶ πατρὶ ἡµῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀµήν

CIERRE DE LA CARTA (4:21–23) Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ ἀσπάζονται ὑµᾶς οἱ σὺν ἐµοὶ ἀδελφοί ἀσπάζονται ὑµᾶς πάντες οἱ ἅγιοι µάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ µετὰ τοῦ πνεύµατος ὑµῶν

Lihat lebih banyak...

Comentários

Copyright © 2017 DADOSPDF Inc.